Οικουμενικό πατριαρχείο - Ιερός Ναός Γενήσεως Θεοτόκου Μπεντεβή Ιερά Αρχιεπισκοπή Κρήτης

 

Φιλανθρωπία Ιερού Ναού Γενήσεως Θεοτόκου Μπεντεβή

Ένα από τα σοβαρά θέματα που απασχολούν την Ενορία μας και που με πολύ αγάπη..Περισσότερα

Κοινωνικό φροντιστήριο Ιερού Ναού Γενήσεως Θεοτόκου Μπεντεβή

Το Κοινωνικό Φροντιστήριο της Ενορίας μας λειτουργεί 4 συνεχή χρόνια και..Περισσότερα

Ιστορικό Ιερού Ναού Γενήσεως Θεοτόκου Μπεντεβή

Ήταν μεγάλος ο πόθος των κατοίκων της περιοχής Μπεντεβή Καμάρας και Παλαιού..Περισσότερα

Πρόγραμμα Ιερού Ναού Γενήσεως Θεοτόκου Μπεντεβή

Πρόγραμμα του Ιερού Ναού Γενήσεως Θεοτόκου Μπεντεβή Ηρακλειου..Περισσότερα

Ἑρμηνεία εἰς τόν πρῶτον κανόνα τῆς Μεταμορφώσεως

Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου

Ὠδή α´
Σήμερον Χριστός ἐν Ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρας· σελασφόρου δέ πλησθέντες, θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· Ἄσωμεν τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Σήμερον, λέγει, ὁ Δεσπότης Χριστός, ἐπειδή ἔλαμψεν εἰς τό Ὄρος Θαβώρ, παρεγύμνωσεν: ἤτοι ἔδειξεν εἰς τούς Μαθητάς του κάποιους ἀμυδρούς καί ὀλίγους τινάς χαρακτῆρας τῆς Θεϊκῆς του αὐγῆς, ἡ ὁποία ἦτον κεκρυμμένη μέσα εἰς τό πρόσλημμα τῆς ἀνθρωπότητος, καί ἕως τότε δέν ἐβλέπετο ἀπό τούς Μαθητάς του· τοῦτο γάρ δηλοῖ τό Παρεγύμνου, κατά τόν θεῖον Χρυσόστομον λέγοντα «Ἐν τῷ Θαβώρ μεταμορφωθείς ὁ Δεσπότης Χριστός, ἔδειξε τῆς ἀθεάτου Βασιλείας τήν δόξαν καί οὐκ ἐπέδειξε, τουτέστι μικρόν παρήνοιξε τήν Θεότητα καί οὐχί τελείως». Ἀκολούθως δέ λέγει ὁ Χρυσορρήμων καί τήν αἰτίαν διά τήν ὁποίαν παρήνοιξε τήν Θεότητα, καί οὐχί τελείως τήν ἔδειξε· «Τό μέν, πληροφορῶν, τό δέ, φειδόμενος· πληροφορῶν μέν γάρ, ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου Βασιλείας τήν Θεϊκήν δόξαν, οὐχ ὅση τις ἦν, ἀλλ᾿ὅσον ἠδύναντο φέρειν οἱ σωματικούς ὀφθαλμούς περιφέροντες· φειδόμενος δέ, καί οὐχί φθονῶν, οὐκ ἔδειξεν αὐτοῖς τήν πᾶσαν δόξαν, ἵνα μή σύν τῇὁράσει καί τήν ζωήν ἀπολέσωσιν».
Φέρει δέ καί ὁμοίωμα ὁ τῶν Κανόνων ἑρμηνεύς Θεόδωρος, ὅτι ὡς διά μέσου ὑαλίνων τινῶν λύχνων τάς ἀκτῖνας τοῦ θείου φωτός ἔδειξεν εἰς τούς Μαθητάς του ὁ Κύριος, καθώς ὑπεσχέθη. Ποῦ δέ ὑπεσχέθη νά δείξῃ ὁ Κύριος τό θεῖον του φῶς; Ἀποκρινόμεθα ὅτι ὑπεσχέθη τοῦτο ὀλίγον πρό τῆς Μεταμορφώσεώς του, ὅταν ἔλεγε εἰς τούς Ἀποστόλους «Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μή γεύσονται θανάτου, ἕως ἄν ἴδωσι τήν Βασιλείαν τοῦ Θεοῦἐληλυθεῖαν ἐν δυνάμει» (Ματθ. ιστ´ 28). Μέ τήν λέξιν δέ «Τινάς» ἐννοεῖ ἐδῶ τόν Πέτρον καί Ἰάκωβον καί Ἰωάννην, καί μέ τήν «Βασιλείαν», τήν ἐν τῇ Μεταμορφώσει δόξαν· ὅθεν αὐτό τό ρητόν ὁ Χρυσόστομος ἑρμηνεύων λέγει· «Ἐνταῦθα οὐ περί τῆς δευτέρας αὐτοῦ παρουσίας τῆς ἐνδόξου λέγει, ἀλλά περί τῆς ἐν τῷὄρει Μεταμορφώσεως». Καί ὁ Θεσσαλονίκης θεῖος Γρηγόριος· «Πaνταχοῦἐστιν ὁ τοῦ Παντός Βασιλεύς, καί πανταχοῦἐστιν ἡ Βασιλεία αὐτοῦ· ὥστε τό ἔρχεσθαι τήν αὐτοῦ Βασιλείαν οὐ τό ἄλλοθεν ἀλλαχόσε παραγίνεσθαι δηλοῖ, ἀλλά τό φανεροῦσθαι ταύτην τῇ δυνάμει τοῦ θείου Πνεύματος· διά τοῦτο ἔλεγεν ἐληλυθεῖαν ἐν δυνάμει· ἥτις δύναμις οὐχ ἁπλῶς τοῖς τυχοῦσιν ἐγγίνεται, ἀλλά τοῖς ἑστηκόσι μετά τοῦ Κυρίου, τουτέστι τοῖς ἐστηριγμένοις ἐν τῇ πίστει αὐτοῦ, καί τοῖς κατά Πέτρον καί Ἰάκωβον καί Ἰωάννην, καί τούτοις ἀναφερομένοις ὑπό τοῦ λόγου πρότερον εἰς ὄρος ὑψηλόν, δηλονότι τῆς φυσικῆς ἡμῶν ταπεινότητος ὑπεραναβιβαζομένοις» (Λόγος οὗ ἡ ἀρχή «Ἐπαινοῦμεν καί ἡμεῖς»). Ὁ μέν οὖν Σωτήρ οὕτω κατά τήν ὑπόσχεσίν του ἔδειξεν εἰς τούς Μαθητάς του ὀλίγον τι τό φῶς τῆς ἰδίας Θεότητος· οἱ δέ Μαθηταί, γεμώσαντες ἀπό τήν ὀλίγην λαμπρότητα ἐκείνου τοῦ φωτός καί τῆς θείας αἴγλης, ἔμελπον ἐν ἀγαλλιάσει ψυχῆς καί καρδίας· «Ἄσωμεν τῷ Θεῷἡμῶν, ὅτι δεδόξασται»
Τροπάριον.
Κατεμήνυον τήν ἔξοδον, τήν ἐν Σταυρῷ σου ἐν Θαβώρ παρόντες, ὁ ἐν πυρί σε καί βάτῳ πάλαι, προκατιδών Μωσῆς, καί ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.
Ἑρμηνεία.
Ἀφ᾿ οὗ εἰς τό ἀνωτέρω Τροπάριον εἶπεν ὁ Μελωδός ὅτι συνελάλουν μέ τόν Χριστόν ὁ Μωϋσῆς καί Ἠλίας, τώρα εἰς τό Τροπάριον τοῦτο ἀναφέρει καί διά ἐκεῖνα ὅπου συνελάλουν. Ἐρανίζεται δέ ταῦτα ἀπό τόν Εὐαγγελιστήν Λουκᾶν λέγοντα· «Καί ἰδού ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καί Ἠλίας, οἵὀφθέντες ἐν δόξῃἔλεγον τήν ἔξοδον αὐτοῦ, ἥν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ» (Λουκ. θ´ 30-31)· ὅθεν ἐπιστρέφων πρός τόν Κύριον λέγει· Ὦ Θεάνθρωπε Ἰησοῦ Χριστέ, ὁ Μωϋσῆς, ὁ ὁποῖος Σέ εἶδε τό παλαιόν εἰς τό Σίναιον Ὄρος μέ τό καῖον πῦρ τῆς βάτου καί μή κατακαῖον αὐτήν, ὁμοίως καί ὁ Ἠλίας, ὁ ὁποῖος ἀνελήφθη μέ πυρίνην ἅμαξαν ὡς εἰς τόν Οὐρανόν, αὐτοί οἱ ἴδιοι παρόντες τώρα εἰς τό Θαβώριον Ὄρος, κατεμήνυον καί ἐφανέρωναν τήν ἔξοδον: ἤτοι τόν διά Σταυροῦ θάνατον ὅπου ἔμελλες νά τελειώσῃς εἰς τήν Ἱερουσαλήμ. Ἔξοδος δέ ὁ θάνατος ὀνομάζεται, διότι ἐξάγει ἐκ τῆς ζωῆς ταύτης τόν ἄνθρωπον· ὅθεν καί ἐξόδιον αὐτόν κοινῶς οἱ ἄνθρωποι ὀνομάζουσι· καί ὅρα εἰς τό Τροπάριον τοῦ μεγάλου Σαββάτου τό λέγον «Κύριε Θεέ μου, ἐξόδιον ὕμνον καί ἐπιτάφιον».
Διά πέντε δέ αἰτίας ἐφάνησαν εἰς τήν Μεταμόρφωσιν ὁ Μωϋσῆς καί Ἠλίας, κατά τόν Ἱερόν Θεοφύλακτον λέγοντα· «Πρῶτον, ἵνα δειχθῇὅτι καί Νόμου καί Προφητῶν αὐτός ἐστί Κύριος· δεύτερον, ὅτι ζώντων καί νεκρῶν κυριεύει· Ἠλίας μέν γάρ καί Προφήτης ἐστί καί ζῇἔτι· Μωσῆς δέ νομοθέτης ἐστί καί τέθνηκε· τρίτον, ἵνα φανῇὅτι οὐκ ἐναντίος ἐστί τῷ Νόμῳ, οὐδέ ἀντίθεος· οὐκ ἄν γάρ ὁ Μωϋσῆς συνελάλει τῷἐναντιουμένῳ τοῖς Νόμοις αὐτοῦ, οὐδ᾿ἄν Ἠλίας ὁ ζηλωτής ἠνείχετο αὐτοῦἀντιθέου ὄντος· τέταρτον, ἵνα λύσῃ τήν ὑπόνοιαν τῶν λεγόντων αὐτόν Ἠλίαν, ἤἕνα τῶν Προφητῶν· καί πέμπτον, ἵνα διδάξῃ τούς μαθητάς τούτους μιμεῖσθαι, καί κατά Μωσῆν μέν πράους εἶναι καί δημαγωγικούς, κατά δέ Ἠλίαν ζηλωτάς εἶναι καί ἀκαμπεῖς, ὅτε δέ καιρός, καί κινδυνευτικούς εἶναι ὑπέρ τῆς ἀληθείας, ὥσπερ καί οὗτος». Τάς αὐτάς αἰτίας λέγει καί ὁ Ζυγαδηνός Εὐθύμιος εἰς τόν δεύτερον τόμον τῆς ἑρμηνείας τοῦ κατά Ματθαῖον.
Πόθεν δέ ἐγνώρισαν οἱ Ἀπόστολοι ὅτι οἱ φαινόμενοι Προφῆται ἦτον ὁ Μωϋσῆς καί Ἠλίας; Ὁ μέν Ἱερός Θεοφύλακτος λέγει ὅτι ἀπό τά λόγιά των ἐγνώρισαν αὐτούς· «Τυχόν γάρ ὁ μέν Μωϋσῆς ἔλεγε, Σύ εἶ, οὗ προετύπωσα τό πάθος ἐγώ, σφάξας τόν ἀμνόν καί τό πάσχα τελέσας· ὁ δέ Ἠλίας ἔλεγε, Σύ εἶ, οὗ τήν ἀνάστασιν προετύπωσα ἐν τῷ τῆς χήρας Υἱῷ». Ὁ δέ Θεσσαλονίκης θεῖος Γρηγόριος διαβατικώτερον τοῦτο ἑρμηνεύων, λέγει ὅτι ἐγνώρισαν αὐτούς οἱ Ἀπόστολοι μέ τήν ἀποκαλυπτικήν δύναμιν τοῦ φωτός ἐκείνου τῆς Θεότητος, ἀπό τό ὁποῖον κανένα πρᾶγμα δέν εἶναι κεκαλυμμένον, ἀλλά πάντα εἶναι γυμνά καί φανερά· «Πῶς δέ καί ἐπέγνωσαν, οὕς οὔπω πρότερον εἶδον οἱἈπόστολοι, εἰ μή τῇἀποκαλυπτικῆ δυνάμει τοῦ φωτός ἐκείνου; » (Λόγῳ οὗ ἡ ἀρχή «Ἐπαινοῦμεν καί ἡμεῖς»). Καί ἄν τό φῶς ἐκεῖνο ἀποκαλύπτῃ τά μέλλοντα, πόσῳ μᾶλλον ἀποκαλύπτει τά ἐνεστῶτα καί παρόντα, καθώς τόν Μωϋσῆν καί Ἠλίαν; ὁ μέν γάρ Ἠλίας παρών ἦτον ἐν τῷ Θαβώρ μετά σώματος, ὁ δέ Μωϋσῆς μέ ψυχήν γυμνήν καί χωρισμένην σώματος. Συμφωνεῖ δέ τῷ θείῳ Γρηγορίῳ καί ὁ Σιναΐτης Ἀναστάσιος λέγων· «Ἐπέγνωσαν δέ τούς Προφήτας οἱ Μαθηταί· οἱ γάρ πρός τοσοῦτον ὕψος χωρήσαντες, ὥς τε θέας ἀξιωθῆναι τοιαύτης, ἥν Βασιλείαν Οὐρανῶν ὠνόμασεν ὁἀποκαλύψας αὐτοῖς ἑαυτόν, πῶς τούς συμμύστας εἶχον ἀγνοῆσαι, καί μάλιστα παρόντος Ἰησοῦ καί φωτίζοντος τό ἡγεμονικόν, καί μορφοῦντος τόν νοῦν πρός τήν ἑαυτοῦ θείαν μορφήν; » (Λόγος εἰς τήν Μεταμόρφωσιν).
Τροπάριον.
Σέ τό ἀΐδιον φέγγος, ἐν πατρώᾳ τῇ δόξῃ, οἱ μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοί ἀνεβόων· Ἐν τῷ φωτίσου, τάς ὁδούς ἡμῶν εὔθυνον.
Ἑρμηνεία.
Βλέπων ὁ Ἱερός Μελωδός τήν ἑορτήν τῆς Μεταμορφώσεως φωτεινοτάτην ὅλην καί ἐξαστράπτουσαν μέν ἀπό τάς ἀκτῖνας τοῦ ἡλιομόρφου προσώπου τοῦ Κυρίου, αὐγάζουσαν δέ ἀπό τό φῶς τῶν ἱματίων αὐτοῦ, διά τοῦτο ἐγέμωσεν ὅλας τάς Ὠδάς τοῦ παρόντος Κανόνος ἀπό ὀνόματα φωτεινά, φεγγοβόλα καί λαμπροφανῆ· ἐξαιρέτως δέ τήν πέμπτην ταύτην Ὠδήν ὅλην καταφωτίζει μέ φωτισμούς πολλούς, καί μέ διάφορα φῶτα ποιεῖται τόν δρόμον αὐτῆς· καί ἡ αἰτία δέν εἶναι ἀνεύλογος· ἐπειδή γάρ ἡ ἑορτή, ὡς εἶπον, εἶναι καθ᾿ ἑαυτήν φωτεινή καί γεμάτη ἀπό θεῖα φῶτα, προσθέτει δέ καί ὁ ποιητής τῆς πέμπτης Ὠδῆς Ἡσαΐας ἄλλα φῶτα ξεχωριστά, λέγων «Ἐκ νυκτός ὀρθρίζει τό πνεῦμά μου πρός Σέ, ὁ Θεός, διότι φῶς τά προστάγματά Σου ἐπί τῆς γῆς» (Ἡσ. κστ´ 9)· διά τοῦτο πλεονάζει καί ὁ Μελωδός ἐν τῇ φωτεινῇ Ὠδῇ ταύτῃ κατά τάς φωτονυμίας, καί ταύτην ἐξαιρέτως μέ φωτισμούς διαφόρους φωτολογεῖ. Ὅθεν ἐπιστρέφων πρός τόν φωτοδότην Χριστόν, λέγει· Ὦ φωτεινότατε καί ὡραιότατε καί ἡλιοστάλακτε Ἰησοῦ Χριστέ, ὁ Μονογενής Υἱός τοῦ Θεοῦ, ὁ φῶς ἐκ φωτός ἐκ τοῦ Πατρός γεννηθείς, ὅταν οἱ μαθηταί καί Ἀπόστολοί Σου εἶδον Σέ τό ἀΐδιον καί ἄχρονον καί ἄκτιστον φῶς ὅτι ἔλαμψας εἰς τό Θαβώριον Ὄρος ἐν τῇ δόξῃ τοῦ Πατρός, τῆς ὁποίας ὑπάρχεις ἀπαύγασμα κατά τόν Παῦλον τό σκεῦος τῆς ἐκλογῆς Σου, λέγοντα περί σοῦ «Ὅς ὤν ἀπαύγασμα τῆς δόξης καί χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ» (τοῦ Πατρός δηλ.) (Ἑβρ. α´ 3), τότε τόσον κατεπλάγησαν καί ἔκθαμβοι ἔγιναν διά τό ὑπερβάλλον τῆς λαμπρότητός Σου, ὥστε ἄλλο τι δέν ἔλεγον πρός Σέ, εἰ μή ταύτην τήν σύντομον ἱκεσίαν καί δέησιν· Ἴσασον, Κύριε, καί εὐόδωσον τάς ὁδούς τῆς ζωῆς μας μέ τό φῶς τῶν θείων ἐντολῶν Σου. Ἐρανίσθη δέ τοῦτο ὁ Μελωδός ἀπό τόν Δαβίδ τόν πεφωτισμένον ὄντα ἀπό τό φῶς τοῦ Ἁγίου Πνεύματος, ὅστις εἶπε· «Κατεύθυνον ἐνώπιον Σου τήν ὁδόν μου» (Ψαλ. ι´ 9)· διότι τό ἴδιον εἶναι νά εἰπῇ τινάς φῶς, καί λόγιον Θεοῦ· καθότι τά λόγια τοῦ Θεοῦ δέν εἶναι ἄλλο, εἰ μή φῶς· «Λύχνος, φησίν ὁ αὐτός Προφητάναξ, τοῖς ποσί μου ὁ Νόμος Σου καί φῶς ταῖς τρίβοις μου» (Ψαλ. ριη´ 105).
Σημείωσαι δέ, ὅτι οἱ Μαθηταί εἶδον εἰς τό Ὄρος τό ἄκτιστον φῶς τῆς τοῦ Κυρίου Θεότητος ὄχι μόνον μέ τόν νοῦν, ὅστις εἶναι ὀφθαλμός τῆς ψυχῆς, ἀλλά καί μέ τούς αἰσθητούς ὀφθαλμούς τοῦ σώματος. Ἀλλά πῶς εἶδον αὐτό; μένοντας ἐν τῇ φυσικῇ δυνάμει αὐτῶν; ὄχι, ἀλλά ἀλλοιωθέντες εἰς τό κρεῖττον καί θειότερον, καί δυναμωθέντες ὑπό τῆς δυνάμεως τοῦ φωτός ἐκείνου· ἐπειδή κτιστοί καί αἰσθητοί τό ἄκτιστον καί ὑπέρ αἴσθησιν καί νοῦν φῶς χωρῆσαι οὐ δύνανται. Ὑπό τοῦ φωτός ἐκείνου λοιπόν ἐνισχυθέντες καί δυναμωθέντες οἱ τῶν Ἀποστόλων αἰσθητοί ὀφθαλμοί, καί ὑπέρ τούς ὅρους τῆς ἑαυτῶν φύσεως γεγονότες, εἶδον τό ὑπερφυές ἐκεῖνο καί ἄκτιστον καί τῆς θείας οὐσίας ἀχώριστον φῶς, κατά τήν κοινήν δόξαν τῶν Ἱερῶν Θεολόγων· ὅθεν εἶπεν ὁ Ἱερός Μάρκος ὁ Ἐφέσου ἐν μβ´ κεφαλαίῳ τῶν περί θείου φωτός· «Εἰ τήν ἐναντίαν δύναμιν (ἤτοι τῶν Δαιμόνων) οἴδαμεν ἐνεργεῖν τι περί τάς ἀνθρωπίνας ὄψεις, μεταποιεῖν τε αὐτάς καί διατιθέναι παρά φύσιν πρός τό μή ὄν, δηλοῦσι δέ οἱ θαυματοποιοί καί τά πάλαι ἀδόμενα μαγγανεύματα, πῶς οὐ τῇ θείᾳ δυνάμει δώσομεν ἀλλοιοῦν τε καί μεταποιεῖν τούς ὀφθαλμούς ὑπέρ φύσιν δύνασθαι, καί ταῦτα δή πρός τό ὄν, ἤτοι τό θεῖον φῶς; »
Διά τοῦτο καί ὁ ἐκ Δαμασκοῦ Ἰωάννης λέγει πανηγυρίζων εἰς τήν Μεταμόρφωσιν ὅτι οἱ αἰσθητοί ὀφθαλμοί τῶν Ἀποστόλων πρός ἐκεῖνο τό ἄκτιστον φῶς τῆς Θεότητος ἦτον τυφλοί· «Μεταμορφοῦται τοίνυν Χριστός, οὐχ ὅ οὐκ ἦν προσλαβόμενος, οὐδέ εἰς ὅπερ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ᾿ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, καί διανοίγων τούτων τά ὄμματα καί ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας»· πρός τά ὁποῖα λόγια ἐπιφέρει ὁ Θεσσαλονίκης θεῖος Γρηγόριος ταῦτα· «Ὁρᾶς ὅτι πρός τό φῶς ἐκεῖνο τυφλοί εἰσίν οἱ κατά φύσιν ὁρῶντες ὀφθαλμοί; οὐκοῦν οὐδέ τό φῶς ἐκεῖνο αἰσθητόν, οὐδέ οἱὁρῶντες αἰσθητικοῖς ἁπλῶς ἑώρων ὀφθαλμοῖς, ἀλλά μετασκευασθεῖσι τῇ δυνάμει τοῦ θείου Πνεύματος. Ἐνηλλάγησαν οὖν, καί οὕτω την ἐναλλαγήν εἶδον, οὐχ ἥν ἀρτίως, ἀλλ᾿ἥν ἐξ αὐτῆς τῆς προσλήψεως ἔλαβε τό ἡμέτερον φύραμα, θεωθέν τῇἑνώσει τοῦ Λόγου τοῦ Θεοῦ» (Λόγῳ, οὗ ἡ ἀρχή «Ἐπαινοῦμεν καί ἡμεῖς»)· καί πάλιν· «Οὐ γίνεται τοιγαροῦν καί ἀπογίνεται, οὐδέ περιγράφεται, οὐδέ αἰσθητικῇ δυνάμει ὑποπίπτει τό φῶς τῆς τοῦ Κυρίου Μεταμορφώσεως, εἰ καί δι᾿ὀφθαλμῶν σωματικῶν ἑώραται, καί πρός ὀλίγον χρόνον, καί ἐν βραχείᾳ τοῦὌρους κορυφῇ» (Αὐτόθι). Ἔφη δέ καί ὁ Θεοφόρος Μάξιμος ἐν ταῖς εἰς τήν Μεταμόρφωσιν θεωρίαις του· «Ἀπό τῆς σαρκός ἐπί τό Πνεῦμα μετέβησαν οἱἈπόστολοι πρίν τήν διά σαρκός ἀποθέσθαι ζωήν τῇἐναλλαγῇ τῶν κατ᾿ αἴσθησιν ἐνεργειῶν, ἥν αὐτοῖς τό Πνεῦμα ἐνήργησε, περιελόν τῆς ἐν αὐτοῖς νοερᾶς δυνάμεως τῶν παθῶν τά καλύμματα· δι᾿ οὗ καθαρθέντες τά τῆς ψυχῆς καί τοῦ σώματος αἰσθητήρια, τῶν παραδειχθέντων αὐτοῖς μυστηρίων τούς πνευματικούς ἐκπαιδεύονται λόγους».
Ὁ δέ Χρυσορρήμων ἀποδεικνύει ὅτι οὐδέ τά Σεραφίμ δύνανται νά ἰδοῦν ἄκρατον τό φῶς τοῦ Θεοῦ, ἀλλά κατά συγκατάβασιν τοῦτο βλέπουσι· καί ἄκουσον αὐτοῦ λέγοντος «Σεραφίμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἕξ πτέρυγες τῷἑνί, καί ἕξ πτέρυγες τῷἑνί, καί ταῖς μέν δυσί κατεκάλυπτον τά πρόσωπα αὑτῶν, ταῖς δέ δυσί, τούς πόδας. Τίνος ἕνεκεν, εἰπέ μοι, καλύπτουσι τά πρόσωπα, καί προβάλλονται τάς πτέρυγας; τίνος δέ ἕνεκεν ἑτέρου, ἀλλ᾿ἤ διά τό μή φέρειν τήν ἐκ τοῦ θρόνου λάμπουσαν ἀστραπήν καί τάς μαρμαρυγάς ἐκείνας; καίτοιγε οὐκ αὐτό ἄκρατον ἑώρων τό φῶς, οὐδέ αὐτήν ἀκραιφνῆ τήν οὐσίαν (τοῦ φωτός), ἀλλά συγκατάβασις ἦν τά ὁρώμενα. Τί δέ ἐστί συγκατάβασις; Ὅταν μή ὡς ἔστιν ὁ Θεός φαίνηται , ἀλλ᾿ὡς ὁ δυνάμενος αὐτόν θεωρεῖν οἷός τε ἐστίν οὕτως ἑαυτόν δεικνύη, ἐπιμετρῶν τῇ τῶν ὁρώντων ἀσθενείᾳ τῆς ὄψεως τήν ἐπίδειξιν. Καί ὅτι συγκατάβασις ἦν, ἐξ αὐτῶν τῶν ρημάτων δῆλον· εἶδον γάρ, φησί, τόν Κύριον καθήμενον· Θεός δέ οὐ κάθηται· σωμάτων γάρ ὁ σχηματισμός οὗτος» (Λόγος Γ´ περί ἀκαταλήπτου). Ἐκ τῶν λόγων δέ τούτων τοῦ Χρυσοστόμου συμπεραίνομεν ὅτι ἄν τά Σεραφίμ κατά συγκατάβασιν βλέπουσι τό θεῖον Φῶς, βέβαια καί οἱ Ἀπόστολοι, μ᾿ ὅλον ὅτι ἐδυναμώθησαν οἱ ὀφθαλμοί των, κατά συγκατάβασιν εἶδον τό φῶς τῆς τοῦ Κυρίου Μεταμορφώσεως, ὄχι καθώς αὐτό ἦτον, ἀλλά καθώς αὐτό ἐδύνοντο νά βλέπουν ἐκεῖνοι.
Ὠδή θ´
Τροπάριον.
Ἵνα σου δείξης ἐμφανῶς, τήν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὕψιστος, Θεός ὀφθήσῃ ἑστώς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σύν Ἠλίᾳ τε, ἀρρήτως ἔλαμψας· διό πάντες σε Χριστέ μεγαλύνομεν.
Ἑρμηνεία.
Εἰς διάφορα νοήματα ἐξέλαβε τήν ἑορτήν τῆς Μεταμορφώσεως ὁ Ἱερός Μελωδός ἐν τοῖς προτέροις Τροπαρίοις· τώρα δέ ἐν τῷ παρόντι καλύτερα ἐκλαμβάνει τήν περί αὐτῆς ὑπόθεσιν· ἀκούσας γάρ αὐτός τόν Προφητάνακτα Δαβίδ νά ψαλμωδῇ «Ὁ Θεός ἔστη ἐν συναγωγῇ Θεῶν, ἐν μέσῳ δέ Θεούς διακρινεῖ» (Ψαλ. πα´ 1) ἐνόησεν ὅτι ἡ προφητεία αὕτη τοῦ Δαβίδ προεικόνιζε τό θαῦμα τῆς Μεταμορφώσεως· διότι ἐπειδή ἔβλεπε μέν ἐν τῷ Ὄρει Θαβώρ τόν Μωϋσῆν καί τόν Ἠλίαν παρισταμένους ἀπό τά δεξιά καί ἀριστερά μέρη τοῦ μεταμορφουμένου Χριστοῦ, ἔβλεπε δέ καί τούς τρεῖς Ἱερούς Ἀποστόλους συντροφεύοντας αὐτούς, ὅλοι δέ αὐτοί καί οἱ πέντε ἔγιναν Θεοί κατά χάριν διά τῆς ἀκτινοβολίας τοῦ ἡλιομόρφου Χριστοῦ, ἐστοχάσθη δέ καί τήν μέλλουσαν παρουσίαν τοῦ Κυρίου καί κρίσιν, ταῦτα λέγει πρός τόν μεταμορφούμενον.
Ὦ ἡλιοστάλακτε Ἰησοῦ, Σύ δέν ἐνήργησας τό θαῦμα τῆς Μεταμορφώσεώς Σου ματαίως καί χωρίς καμμίαν εὔλογον ἀφορμήν, οὐδέ ἀπλῶς καί ὡς ἔτυχεν ἐπαράστησας κύκλῳ Σου εἰς τό Θαβώριον Ὄρος τόν Μωϋσῆν καί Ἠλίαν καί τούς τρεῖς ἐκλεκτούς Ἀποστόλους, ἀλλ' ἵνα δείξῃς φανερά τήν Μεταμόρφωσίν Σου ἕνα προοίμιον τῆς μελλούσης καί ἐνδόξου παρουσίας Σου· καθώς γάρ ἐν τῇ Μεταμορφώσει ἤσουν Θεός κατά φύσιν ἐν μέσῳ τῶν κατά χάριν θεῶν, τῶν Προφητῶν δηλαδή καί Ἀποστόλων· οὕτω καί ἐν τῇ μελλούσῃ παρουσίᾳ καί δόξῃ Σου ἐν μέσῳ τῶν Ἀγγέλων καί τῶν ἀνθρώπων καθεζόμενος, θέλεις διακρίνει τούς κατά χάριν ὄντας Θεούς, καί διαμοιράσει εἰς αὐτούς τάς ἀξίας τῆς μακαριότητος, οὕτω γάρ ἑρμηνεύει ὁ Θεολόγος Γρηγόριος εἰς τόν περί Βαπτίσματος λόγον· «Φῶς ἡἐκεῖθεν λαμπρότης τοῖς ἐνταῦθα κακεθαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁἥλιος, ὧν ἵσταται ὁ Θεός ἐν μέσῳ, Θεῶν ὄντων καί Βασιλέων, διαστέλλων καί διαιρῶν τάς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος»· καί ἐν τῇ πρός Κληδόνιον πρώτῃ ἐπιστολῇ ὁ αὐτός οὕτω λέγει· «Ἥξει μετά σώματος, ὡς ὁἐμός λόγος, τοιοῦτος οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷὄρει, ἤ παρεδείχθη, ὑπερνικώσης τό σαρκίον τῆς Θεότητος». Ὅρα δέ ὅτι ὁ Θεολόγος ἐπρόσθεσε τό «Ἤ παρεδείχθη», διά νά φανερώσῃ ὅτι δέν ἐφάνη ὅλον τό φῶς τοῦ Κυρίου εἰς τούς Ἀποστόλους, ἀλλά ὀλίγον τι, ὅσον ἠδύναντο νά ὑποφέρουν, ὡς εἶπεν ὁ Χρυσορρήμων. Ἀλλά καί ὁ Ἀρεοπαγίτης Διονύσιος τύπον καί προοίμιον τίθεται τήν Μεταμόρφωσιν τῆς μελλούσης μακαριότητας, λέγων· «Τότε δέ, ὅταν ἄφθαρτοι καίἀθάνατοι γενώμεθα, καί τῆς χριστοειδοῦς καί μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σύν Κυρίῳ κατά τό λόγιον ( τοῦ Παύλου δηλ.) ἐσόμεθα, τῆς μέν ὁρατῆς αὐτοῦ Θεοφανείας ἐν πανάγνοις θεωρίες ἀποπληρούμενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαυγαζούσης, ὡς τούς Μαθητάς ἐν ἐκείνῃ τῇ θειοτάτῃ Μεταμορφώσει» (Κεφάλαιον α´ Περί Θείων Ὀνομάτων).Ὅθεν ὁ Δαμασκηνός Ἰωάννης ἑρμηνεύων τόν λόγον διά τόν ὁποῖον μετά ὀκτώ ἡμέρας τῶν λόγων τοῦ Κυρίου ἡ Μεταμόρφωσις ἔγινεν, ὡς γράφει ὁ Ἱερός Λουκᾶς, οὕτω φησίν· «Ἑπτά αἰῶσιν ὁ παρών συμπεραίνεται βίος, ὀγδόη δέ ἡ μέλλουσα βιοτή ἀνηγόρευται, ὡς ὁ μέγας Θεολόγος Γρηγόριος ἔφησε, τό Σολομώντειον ρητόν ἐξηγούμενος, δοῦναι μερίδα τοῖς ἑπτά τῷ παρόντι βίῳ, φάσκων, καί γε τοῖς ὀκτώ τῷ μέλλοντι· ἔδει δέ ἐν τῇ ὀγδόῃ τά τῆς ὀγδόης ἀποκαλύπτεσθαι τοῖς τελείοις· ὡς γάρ ὁ θεῖος ὄντως καί θεηγόρος Διονύσιος ἔλεξεν· οὕτως ὁ Δεσπότης ὀφθήσεται τοῖς ἑαυτοῦ τελείοις θεράπουσιν, ὅν τρόπον ἐν ὄρει Θαβώρ τοῖς Ἀποστόλοις τεθέαται». Λέγει δέ καί ὁ θεῖος Γρηγόριος ὁ Παλαμᾶς· Διατί γάρ ὁ μέν (ἤτοι ὁ Ματθαῖος) μετά ἕξ ἡμέρας εἶπεν, ὁ δέ (ἤτοι ὁ Λουκᾶς) ὑπερέβη καί τήν ἑβδόμην τῆς ὀγδόης μνησθείς; Διότι τό μέγα θέαμα τοῦ φωτός τῆς τοῦ Κυρίου Μεταμορφώσεως τῆς ὀγδόης (ἤτοι τοῦ μέλλοντος αἰῶνος) ἐστί μυστήριον· κατά τήν ὀγδόην γάρ δυνάμει κράτος ἐνεργείας ἡ Βασιλεία τοῦ Θεοῦ ἀναφαίνεται» (Λόγος οὗ ἡ ἀρχή «Ἐπαινοῦμεν καίἡμεῖς»).
Τροπαριον.
Ἔθελξας πόθῳ μέ Χριστέ, καί ἠλλοίωσας τῷ θείῳ Σου ἔρωτι· ἀλλά κατάφλεξον, πυρί ἀΰλῳ τάς ἁμαρτίας μου, καί ἐμπλησθῆναι τῆς ἐν σοί, τρυφῆς καταξίωσον, ἵνα τάς δύο σκιρτῶν, μεγαλύνω ἀγαθέ παρουσίας σου.
Ἑρμηνεία.
Ὁ Θεσπέσιος καί χαριτώνυμος Μελωδός Ἰωάννης, ἐνθουσιάσας τρόπον τινά ἀπό τήν ἀγάπην καί χαράν ὅπου εἶχε πρός τόν μεταμορφωθέντα Χριστόν, εὐχαριστήριον καί ἱκετικόν ποιεῖ τό Τροπάριον τοῦτο· διό λέγει· Ὦ ὡραιότατε καί κοσμοπόθητε καί παντοπόθητε καί μυριοπόθητε Χριστέ, Σύ κατέθελξας καί ἐτράβιξας τήν ψυχήν καί καρδίαν μου εἰς τήν ἔλευσίν Σου μέ τήν δραστικωτάτην μαγνήτιδα τοῦ ἁγνοῦ καί παντοκρατορικοῦ καί πρηστηρίου πόθου σου, καί ὅλον μέ ἠλλοίωσας καί ἄλλον ἐξ ἄλλου ἐποίησας μέ τόν ἔνθεον ἔρωτα τῆς Σῆς ὡραιοτάτης Μεταμορφώσεως.
Ὁ ἴδιος οὗτος Ἰωάννης πανηγυρίζων εἰς τήν ἑορτήν, εἰσάγει καί τόν Πέτρον ἐνθουσιῶντα καί λέγοντα· «Καλόν ἡμᾶς ὧδε εἶναι τῷ Κυρίῳἔφησε· τίς γάρ ζόφον φωτός ἀνταλλάσσεται; ὁρᾶτε τόν ἥλιον τοῦτον, ὡς καλός, ὡς ὡραῖος, ὡς ἡδύς, ὡς ποθεινός ἐξαστράπτων καί ἔκλαμπρος, καί τήν ζωήν, ὡς γλυκεῖά τε καί ἀπέραστος, ἧς πάντες ἀντέχονται, καί πάντα δρῶσιν, ὡς ἄν ταύτης μή ἀστοχήσαιεν; πόσῳ μᾶλλον δοκεῖτε τό αὐτοφῶς, ἐξ οὗ φῶς ἅπαν φωτίζεται, ποθεινότερον; καί πόσῳ γλυκυτέρα ἡ αὐτοζωή, ἐξ ἧἅπασα ζωή ζωοῦται καί μεταδίδοται, ἐν ἧ πάντες ζῶμεν καί κινούμεθα καί ἐσμέν; οὐχ ὅλος γλυκασμός (ὁ Χριστός); οὐχ ὅλος ἐπιθυμία; οὐκ ἔστι λόγος, οὐκ ἔννοια τῆς ὑπεροχῆς τό μέτρον εἰκάζουσα· τοῦτο τό φῶς κατά πάσης τῆς φύσεως ἔχει τά νικητήρια· αὕτη ἡ ζωή ἡ τόν Κόσμον νικήσασα». Λέγει δέ καί Μακάριος ὁ Χρυσοκέφαλος τά ἐρωτοληπτικά ταῦτα ἐν τῷ εἰς τήν Μεταμόρφωσιν λόγῳ αὐτοῦ· «Τί ὡραιότερον τῆς Χριστοῦ συνουσίας; τί δέ ποθεινότερον τῆς θεϊκῆς αὐτοῦ δόξης; οὐδέν τοῦ φωτός ἐκείνου γλυκύτερον, ἐξ οὗ φωτίζεται φωτιστική πᾶσα Ἀγγέλων τε καί ἀνθρώπων ταξιαρχία· οὐδέν τῆς ζωῆς ἐκείνης ἐρασμιώτερον, ἐν ᾗ πάντες ζῶμεν καί κινούμεθα καί ἐσμέν· οὐδέν ἡδύτερον τῆς ἀειζώου καλλονῆς· οὐδέν τερπνότερον τῆς ἀλήκτου εὐφροσύνης· οὐδέν ποθεινότερον τῆς ἀϊδίου χαρᾶς, τῆς πανευπρεποῦς εὐπρεπείας, καί τῆς ἀπεράντου μακαριότητος». Ἕως μέν ἐδῶ εἶναι λόγια εὐχαριστιακά τοῦ Μελωδοῦ, τά δέ ἀκόλουθα λόγια εἶναι ἱκετικά καί παρακλητικά· λέγει γάρ ἑπομένως.
Ἀλλ᾿ ὅμως Σύ, κατάκαυσον τάς ἁμαρτίας μου μέ τό πῦρ τό ἄϋλον τῆς Θεότητός Σου καί χρηστότητος, καί ἀξίωσόν με νά χορτάσω ἀπό τήν ἀνεκλάλητον καί αἰώνιον τρυφήν, τήν Σοί καί τῇ Σῇ Βασιλείᾳ εὑρισκομένην, ἀφ᾿ οὗ ἐλευθερωθῶ ἀπό τήν παροῦσαν ζωήν, ἵνα χορεύων καί ἀγαλλόμενος μεγαλύνω τάς ἐπί γῆς δύο παρουσίας Σου, ἤγουν τήν πρώτην, κατά τήν ὁποίαν διά σαρκός ἐπεδήμησας εἰς ἡμᾶς καί ἀναμαρτήτως συνανεστράφης, καί τήν δευτέραν, εἰς τήν ὁποίαν μέλλεις νά ἔλθῃς διά νά κρίνῃς ζῶντας καί νεκρούς, καί νά ἀποδώσῃς ἑκάστω κατά τά ἔργα αὐτοῦ· ἐν γάρ τῇ πρώτῃ Σου παρουσίᾳ ἐχάρισας εἰς ἡμᾶς ὡς ἀρραβῶνα καί προοίμιον τήν χάριν τοῦ Ἁγίου Πνεύματος διά τοῦ θείου Βαπτίσματος· ἐν δέ τῇ δευτέρᾳ μέλλεις νά χαρίσῃς εἰς ἡμᾶς τό ὅλον τῆς χρηστότητός Σου καί χάριτος, τό ὁποῖον ἔχεις τώρα κεκρυμμένον, καθώς γέγραπται· «Ὡς πολύ τό πλῆθος τῆς χρηστότητός Σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις Σε» (Ψαλ. λ´ 20). Διατί δέ ὁ Ἱερός Μελωδός δέν κρύπτει τόν θεῖον ἔρωτα ὅπου εἶχεν εἰς τήν καρδίαν του, ἀλλά τόν φανερώνει; μήπως ἀπό κενοδοξίαν νικώμενος τοῦτο ποιεῖ; Ὄχι ἀποκρίνεται ὁ Χρυσορρήμων, ἀλλά ἀπό τήν θερμότητα τοῦ θείου πόθου· «Τοῦτο, λέγει, τῶν ἐρώντων ἐστί τό ἔθος, μή κατέχειν σιγῇ τόν ἔρωτα, ἀλλ᾿ εἰς τούς πλησίον ἐκφέρειν καί λέγειν ὅτι φιλοῦσι· θερμόν γάρ τι χρῆμα τῆς ἀγάπης ἡ φύσις καί σιγῇ στέγειν αὐτήν οὐκ ἀνέχεται ἡ ψυχή» (Ἑρμηνείᾳ εἰς τόν μα´ Ψαλ. προκειμένου ρητοῦ «Ὅν τρόπον ἐπιποθεῖἡἔλαφος»).
Ἄμποτε δέ καί ἡμεῖς οἱ ψάλλοντες καί ἀναγινώσκοντες καί ἀκούοντες τόν παρόντα ἀσματικόν Κανόνα νά ἀναβῶμεν ἐπάνω εἰς τό Ὄρος Θαβώρ, καί νά ἰδοῦμεν τήν δόξαν τῆς Θεότητος τοῦ φωτοδότου Χριστοῦ· ἐπειδή ὁ Κύριος, κατά τόν θεοφόρον Μάξιμον, δέν φαίνεται εἰς ὅλους μέ τόν ἴδιον τρόπον, ἀλλά εἰς μέν τούς ἀρχαρίους φαίνεται ἐν δούλου μορφῇ, εἰς ἐκείνους δέ ὅπου δύνανται νά ἀκολουθήσουν αὐτῷ ἐπάνω εἰς τό ὑψηλόν τῆς Μεταμορφώσεως Ὄρος ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται, ἐν ἧ ὑπῆρχε πρό τοῦ τόν Κόσμον εἶναι (Κεφάλαιον ιγ´ τῆς β´ ἑκατοντάδος τῶν Θεολογικῶν). Ὅταν δέ περιφανής καί λαμπρός γένηται εἰς ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος, καί τό πρόσωπον αὐτοῦ λάμψῃ ὡς ὁ ἥλιος, τότε καί τά ἱμάτια αὐτοῦ φαίνονται λευκά, κατά τόν αὐτόν θεῖον Μάξιμον (ἤτο τά ρήματα τῆς Γραφῆς καί τῶν Εὐαγγελίων γίνονται φανερά καί σαφῆ εἰς ἡμᾶς, χωρίς νά ἔχουν κανένα νόημα σκεπασμένον) τότε δέ καί ὁ Μωϋσῆς καί Ἠλίας (ἤτοι οἱ τοῦ Νόμου καί τῶν Προφητῶν πνευματικώτεροι λόγοι) φαίνονται μέ αὐτόν (Αὐτόθι Κεφ. Ιδ´).
Τότε θέλομεν γνωρίσει καί τί ἐδήλουν αἱ τρεῖς σκηναί· αὗται γάρ εἶναι αἱ τρεῖς ἕξεις τῆς σωτηρίας, κατά τόν αὐτόν Μάξιμον, ἡ τῆς Πράξεως, ἡ τῆς Θεωρίας, καί ἡ τῆς Θεολογίας, καί τῆς μέν Πράξεως τύπος ἦτον ὁ Ἠλίας ὡς ἀνδρεῖος καί σώφρων· τῆς δέ Θεωρίας τύπος ἦτον ὁ Μωϋσῆς, ὡς νομοθέτης καί δικαιοδότης· τῆς δέ Θεολογίας τύπος ἦτον ὁ Δεσπότης Χριστός, ὡς ἐν παντί τέλειος. Σκηναί δέ αὐταί ὠνομάσθησαν κατά σύγκρισιν πρός τάς μελούσας λήξεις καί οὐρανίους μονάς, αἵτινες ἀσυγκρίτως θέλουν εἶναι καλύτεραι καί περιφρανέστεραι (Κεφ. ιστ´ αὐτόθι), τάς ὁποίας ἄμποτε νά ἀπολαύσωμεν καί ἡμεῖς, χάριτι καί φιλανθρωπίᾳ τοῦ μεταμορφωθέντος Χριστοῦ· ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί,καί τῷ ὁμοουσίῳ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: http://www.imkby.gr

AMEN.gr RSS

Invalid or Broken rss link.